Ἀπό πολλῶν ἐτῶν
μύχιον ᾐσθανόμην πόθον ὅπως, ὠς κορωνίδα τῶν διαφόρων μου ἐκδόσεων,
κατορθώνω νὰ ἐκδώσω ἔν ὡς ἔνεστι τέλειον
[Ανέστης Κωνσταντινίδης]
Διογενιανὸς δέ τις μετὰ τούτους γεγονὼς ἀνὴρ σπουδαῖος
καὶ φιλόκαλος͵ τά τε προειρημένα βιβλία καὶ πάσας τὰς σποράδην παρὰ
πᾶσι κειμένας λέξεις συναγαγών͵ ὁμοῦ πάσας καθ΄ ἕκαστον στοιχεῖον
συντέθεικε· λέγω δὴ τάς τε Ὁμηρικὰς καὶ κωμικὰς καὶ τραγικάς͵ τάς
τε παρὰ τοῖς λυρικοῖς καὶ παρὰ τοῖς ῥήτορσι κειμένας͵ οὐ μὴν ἀλλὰ
καὶ τὰς παρὰ τοῖς ἰατροῖς τάς τε παρὰ τοῖς ἱστοριογράφοις. συλλήβδην
δὲ [ὁμοῦ] οὐδεμίαν λέξιν ἔσθ΄ ἣν παρέλιπεν οὔτε τῶν παλαιῶν οὔτε
τῶν ἐπ΄ ἐκείνου γεγενημένων. προέθηκε δὲ κατ΄ ἀρχὴν ἑκάστης λέξεως
τριῶν ἢ τεσσάρων στοιχείων τάξιν͵ ἵν΄ οὕτως εὐμαρεστέραν ἔχοι τὴν
εὕρεσιν ἧς ἐπιζητεῖ τάξεως ὁ τοῖς βιβλίοις ἐντυγχάνειν προαιρούμενος.
καὶ πρὸς τούτοις ὅσας οἷός τε ἦν παροιμίας εὑρεῖν͵ οὐδὲ ταύτας παρέλιπεν͵
ἐπιγράψας τὰ βιβλία Περιεργοπένητας͵ καὶ ταύτῃ χρησάμενος τῇ διανοίᾳ·
ἡγεῖτο γάρ͵ οἶμαι͵ μὴ μόνοις πλουσίοις͵ ἀλλὰ καὶ τοῖς πένησι τῶν
ἀνθρώπων χρησιμεύσειν τε καὶ ἀντὶ διδασκάλων ἀρκέσειν αὐτά͵ εἰ μόνον περιεργασάμενοι
πανταχόθεν ἀνευρεῖν ταῦτα δυνηθεῖεν καὶ ἐγκρατεῖς αὐτῶν γενέσθαι.
[Ησύχιος]
Τὸ μὲν παρὸν βιβλίον
Σοῦδα͵ οἱ δὲ συνταξάμενοι τοῦτο ἄνδρες σοφοί·
- Εὔδημος ῥήτωρ περὶ λέξεων κατὰ στοιχεῖον.
- Ἑλλάδιος͵ ἐπὶ Θεοδοσίου τοῦ νέου͵ περὶ λέξεων κατὰ στοιχεῖον.
- Εὐγένιος Αὐγουστοπόλεως τῆς ἐν Φρυγίᾳ͵ παμμιγῆ λέξιν κατὰ στοιχεῖον.
- Ζώσιμος Γαζαῖος λέξεις ῥητορικὰς κατὰ στοιχεῖον.
- Κεκίλιος Σικελιώτης ἐκλογὴν λέξεων κατὰ στοιχεῖον.
- Λογγῖνος ὁ Κάσσιος λέξεις κατὰ στοιχεῖον.
- Λούπερκος Βηρύτιος Ἀττικὰς λέξεις.
- Οὐηστῖνος Ἰούλιος σοφιστὴς ἐπιτομὴν τῶν Παμφίλου γλωσσῶν͵ βιβλίων ἐννενήκοντα
ἑνός.
- Πάκατος κατὰ στοιχεῖον περὶ συνηθείας Ἀττικῆς.
- Πάμφιλος λειμῶνα λέξεων ποικίλων͵ περιοχὴν βιβλίων ε. ἔστι δὲ ἀπὸ τοῦ ε στοιχείου
ἕως τοῦ ω͵
- τὰ γὰρ ἀπὸ τοῦ ἄλφα μέχρι τοῦ δέλτα Ζωπυρίων ἐπεποιήκει.
- Πωλίων Ἀλεξανδρεὺς Ἀττικῶν λέξεων συναγωγὴν κατὰ στοιχεῖον.
Αἱ τῶν λέξεων πλείους͵ περὶ ἃς τὸ ποιητικὸν νέμεται
ἔθνος͵ εἰς τὸ ὠφελιμώτατον τοῖς βουλομένοις προσέχειν Διογενιανῷ
συνελέγησαν· εἰ γὰρ καὶ πολλοῖς ἄλλοις ἐπὶ νοῦν ἧκεν τὴν ἴσην καὶ
ὁμοίαν πραγματείαν ἐνστήσασθαι͵ ἀλλ΄ οὖν͵ ὅσα γε ἐμὲ εἰδέναι͵ οὐδενὶ
τῶν πρωτείων οὗτος περί γε τὸν εἰρημένον πόνον ἐξίσταται. ὅσαι δὲ
ῥητόρων τε καὶ λογογράφων ἀττικίζουσι γλῶσσαν καὶ ἁπλῶς εἰς τὸν οὐκ
ἐθέλοντα λόγον ἐποχεῖσθαι μέτρῳ συντελεῖν εἰσιν εὖ πεφυκυῖαι͵ ναὶ
δὴ καὶ τῆς καθ΄ ἡμᾶς θεοσοφίας ὅσαι δέονται σαφηνείας͵ ταύτας δὲ
ἄρα εἰ καὶ μὴ πάσας οὔτε γὰρ ῥάδιον οὔτε ἀλαζονείας ἡ ὑπόσχεσις πόρρω͵
ἅμα δὲ καὶ μείζονος ἢ καθ΄ ἡμᾶς σχολῆς ἀλλ΄ οὖν ἃς μάλιστά γε εἰδέναι
προσήκει καὶ ἀναγκαῖον κεχρῆσθαι συναγαγὼν τὴν ἀναγραφήν σοι κατὰ
στοιχεῖον ἐποιησάμην͵ οὐδὲ τῶν ποιητικῶν παντελῶς ἀποστάς· ἐπεὶ μηδ΄
ὅσοι ταύτας συνειλόχασι τῶν ἁρμοζόντων τῇ χωρὶς μέτρου φράσει παντελῶς
ἀπέσχοντο. ταύτην δέ σοι ἄρα τὴν ὑπόθεσιν συνεταξάμην μνήμης τε ἅμα καὶ φιλίας ἀφοσίωσιν.
διὸ εἰ καί τινας τῶν λέξεων περιέχει τὸ σύνταγμα͵ ἐν αἷς ἡ ποιητικὴ
διατρίβει μοῦσα͵ περιττὸν οὐδὲν οὐδὲ φιλότιμον οὐδὲ νοθεῦον τὴν πρόθεσιν·
ἐφ΄ ὧν τε γὰρ οὐκ ἔστι πολιτικὴν φωνὴν εὑρεῖν δηλοῦσαν καθαρῶς τὸ
ὑποκείμενον͵ οὐ ποιητικὴν μόνον ἀνάγκη λαβεῖν͵ ἀλλὰ καὶ εἰ γλῶτταν
ἀπομάττοιτο· τὸ γὰρ ἔχειν ὁτιοῦν ὀνόματι εἰπεῖν τοῦ μὴ ἔχειν χρειωδέστερον.
ναὶ δὴ καὶ ὁ λίαν σεμνὸς καὶ τὸν ὄγκον πεποιημένος κόσμον λόγος πολλάς͵
αἷς τὸ ποιητῶν ἐντείνεται μέτρον͵ τῇ οἰκείᾳ σπουδῇ φιλεῖ ὑποβάλλεσθαι.
καὶ μέντοι καὶ ὅσαι σαφέστεραι μέν εἰσι τῶν λέξεων͵ δοκοῦσι δέ πως
μνήμης δεῖσθαι τῆς ἀναγούσης αὐτὰς εἰς τοὺς γεγεννηκότας͵ οὐδὲ τούτων
κατὰ τὸ δυνατὸν τοὺς πατέρας ἀπεσιωπήσαμεν. ἀλλὰ καὶ εἴ πού τις ἐν
τοῖς ἀρχαίοις ἀσάφεια τῇ τῶν λέξεων παραπλεκομένη ἑρμηνείᾳ τὸ τοῦ
λόγου διέφθειρε χρήσιμον͵ οὐδὲ ταύτην λελυμασμένην ἐγκατελίπομεν͵ ἀλλ΄ εἰς τὸ σαφέστερον καὶ συνοπτικώτερον
ἡρμοσά μεθα. σὺ δὲ κατὰ μέρος ἀναγινώσκων τὴν παροῦσαν τῶν λέξεων
συναγωγήν͵ ἀκριβέστερον ἂν εἴης ἐποπτεύων͵ πότερον κομψευομένη μᾶλλον
ἢ τὸ μέτριον τιμῶσα ἡ ὑπόσχεσις προοιμιάσατο. ἀλλὰ γὰρ προσθείην͵
ὡς οἶμαι͵ καὶ πονοῦντί σοι περὶ τοὺς ῥητορικοὺς καὶ συγγραφικοὺς
λόγους ἡ τῶν λογάδων λέξεων μελέτη τὴν ἐπὶ τοῖς ῥήμασι δύναμιν σοφωτέραν
μᾶλλον ἐπιμαρτυρήσειεν. Περίφρασίς ἐστιν͵ ὅτε διὰ πλειόνων λέξεων
οὐ πολλά͵ ἀλλ΄ ἕν τι δηλοῦται͵ οἷον ἀντὶ τοῦ ἄνθρωποι υἱοὶ ἀνθρώπων
ἕως πότε βαρυκάρδιοι.
[Φώτιος]
Παραδίδουμε
λοιπόν σήμερα 1/7/2000 με χαρά και υπερηφάνεια στους δημότες μας
και σε κάθε μελετητή το αξιόλογο αυτό δημιούργημα [«Λαογραφικό
Λεξικό τής Αγιασώτικης Διαλέκτου»] και ελπίζουμε, ότι η νέα γενιά, που ξεχνά σιγά-σιγά τις ρίζες της, θα βρει
στις σελίδες του όλα εκείνα τα γλωσσικά στοιχεία, που μας συνδέουν
άρρηκτα με το γλωσσικό μας παρελθόν και τα οποία μαρτυρούν αδιάψευστα
τις ποικίλες περιπέτειες της γλώσσας μας και της φυλής μας στο ρου
της μεγαλειώδους και πολύπλαγκτης ιστορίας μας.
Θέλουμε απ' τη θέση αυτή να ευχαριστήσουμε τους
Δημήτρη και Γιάννη Παπάνη, τους ακούραστους φιλολόγους - ερευνητές
της λαογραφικής μας παράδοσης - για το συνολικό τους λαογραφικό έργο
και να τους παρακινήσουμε να συνεχίσουν την προσπάθεια τους αυτή,
για το καλό της αγαπημένης μας ιδιαίτερης πατρίδας, της Αγιάσου.
Αγιάσος
1/7/2000
Ο Δήμαρχος Αγιάσου
Παναγιώτης Γραμμέλλης
Πολύτιμο το «Μείζον Ελληνικό Λεξικό»
Πολυτιμότατος ο Θησαυρός τής Ελληνικής Γλώσσας (TLG - «The
Thesaurus Linguae Graecae»)